#92 περὶ τῆς Ἀτλαντίδος γ᾽

ἑλλήνισον! (An Ancient Greek Podcast) - Un pódcast de Leandros Corieltauvorum and Josep Barcinonensis - Viernes

Categorías:

χαίρετε, ὦ ἀκροαταί! Here is the third part of our series on Plato's Atlantis. This time we talk about Poseidon's children who ruled the island.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the sections from Critias which we recite and discuss:(113ε) αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν. ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομ᾽ ἦν τῷ πρώτῳ βασιλεύσαντι τότε Ἄτλας.(114β) τῷ δὲ διδύμῳ μετ᾽ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατ᾽ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δ᾽ ἐπιχώριον Γάδειρον, ὅπερ τ᾽ ἦν ἐπίκλην ταύτῃ ὄνομ᾽ ἂν παράσχοι.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected]