#39 τοῦ κανθάρου καὶ αἐτοῦ (Αἰσώπου γ᾽)
ἑλλήνισον! (An Ancient Greek Podcast) - Un pódcast de Leandros Corieltauvorum and Josep Barcinonensis - Viernes

Categorías:
χαίρετε πάντες! This week we continue with the last of our three episodes on Aesop, this time discussing the fable of the beetle & eagle. What is your interpretation? Let us know by joining the discussion on social media! Here is the text, which Josep recites at 1:55... Ἀετὸς καὶ κάνθαρος. Ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὅν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τον ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ' ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν ( ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις ) καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἐαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτου ἑωρακώς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη ἔλαθεν τὰ ὠὰ ἀπορρίψας. ἀπ' ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται μὴ νεοττεύειν τοὺς ἀετούς. Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν, λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι Enjoy the episode! Josep & Leandros Support the podcast and get access to episodes in advance: https://www.patreon.com/Hellenizdein?fan_landing=true&view_as=public Follow us οn Twitter: https://twitter.com/ancientgreekpod Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on instagram: https://www.instagram.com/ancientgreekpodcast/ Write to us personally at: [email protected]